Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.178 Dem. 24.181 (English) >>Dem. 24.184

24.180καὶ μήν, ἄνδρες Ἀθηναῖοι, καὶ κατὰ παντὸς τοῦ χρόνου σκέψασθʼ ὡς καλὰ καὶ ζηλώτʼ ἐπιγράμματα τῆς πόλεως ἀνελὼν ὡς ἀσεβῆ καὶ δείνʼ ἀντεπέγραψεν. οἶμαι γὰρ ὑμᾶς ἅπαντας ὁρᾶν ὑπὸ τῶν στεφάνων ταῖς χοινικίσιν κάτωθεν γεγραμμέναοἱ σύμμαχοι τὸν δῆμον ἀνδραγαθίας εἵνεκα ἐστεφάνωσαν καὶ δικαιοσύνης,” οἱ σύμμαχοι ἀριστεῖον τῇ Ἀθηναίᾳ ἀνέθεσαν,” κατὰ πόλειςοἱ δεῖνες τὸν δῆμον ἐστεφάνωσαν σωθέντες ὑπὸ τοῦ δήμου,” οἷονΕὐβοεῖς ἐλευθερωθέντες ἐστεφάνωσαν τὸν δῆμον ἐπεγέγραπτό που,” πάλινΚόνων ἀπὸ τῆς ναυμαχίας τῆς πρὸς Λακεδαιμονίους,” “Χαβρίας ἀπὸ τῆς ἐν Νάξῳ ναυμαχίας·” τοιαῦτα γὰρ ἦν τὰ τῶν στεφάνων ἐπιγράμματα. 24.181ταῦτα μὲν τοίνυν, πρότερον ζῆλον πολὺν εἶχε καὶ φιλοτιμίαν ὑμῖν, ἠφάνισται καθαιρεθέντων τῶν στεφάνων· ἐπὶ ταῖς φιάλαις δʼ ἃς ἀντʼ ἐκείνων ἐποιήσαθʼ ὑμῖν πόρνος οὗτος, “Ἀνδροτίωνος ἐπιμελουμένουἐπιγέγραπται, καὶ οὗ τὸ σῶμʼ ἡταιρηκότος οὐκ ἐῶσιν οἱ νόμοι εἰς τὰ ἱέρʼ εἰσιέναι, τούτου τοὔνομʼ ἐν τοῖς ἱεροῖς ἐπὶ τῶν φιαλῶν γεγραμμένον ἐστίν. ὅμοιόν γε, οὐ γάρ; τοῦτο τοῖς προτέροις ἐπιγράμμασιν, φιλοτιμίαν ἴσην ἔχον ὑμῖν. 24.182τρία τοίνυν ἐκ τούτου τὰ δεινότατʼ ἄν τις ἴδοι πεπραγμένʼ αὐτοῖς. τὴν μὲν γὰρ θεὸν τοὺς στεφάνους σεσυλήκασιν· τῆς πόλεως δὲ τὸν ζῆλον ἠφανίκασιν τὸν ἐκ τῶν ἔργων, ὧν ὑπόμνημʼ ἦσαν ὄντες οἱ στέφανοι· τοὺς δʼ ἀναθέντας δόξαν οὐ μικρὰν ἀφῄρηνται, τὸ δοκεῖν ὧν ἂν εὖ πάθωσʼ ἐθέλειν μεμνῆσθαι. καὶ τοιαῦτα καὶ τοσαῦτα τὸ πλῆθος κάκʼ εἰργασμένοι εἰς τοῦτʼ ἀναισθησίας καὶ τόλμης προεληλύθασιν, ὥσθʼ μὲν οἴεται διʼ ἐκεῖνον ὑφʼ ὑμῶν σωθήσεσθαι, δὲ παρακάθηται καὶ οὐ καταδύεται τοῖς πεπραγμένοις.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.178 Dem. 24.181 (English) >>Dem. 24.184

Powered by PhiloLogic